Now there were shepherds in that region living in the fields and
keeping the night watch over their flock. The angel of the Lord appeared to them and the glory of the Lord
shone around them, and they were struck with great fear.
The angel said to them, “Do not be afraid; for behold, I proclaim
to you good news of great joy that will be for all the people.For
today in the city of David a savior has been born for you who is Messiah and
Lord. And this will be a sign for you: you will find an infant wrapped
in swaddling clothes and lying in a manger.”
And suddenly there was a multitude of the heavenly host with the
angel, praising God and saying: “Glory to God in the highest fand on earth peace
to those on whom his favor rests.”
When the angels went away from them to heaven, the shepherds said
to one another, “Let us go, then, to Bethlehem to see this thing that has taken
place, which the Lord has made known to us.”
So they went in haste and found Mary and Joseph, and the infant
lying in the manger.
When they saw this, they made known the message that had been told
them about this child. All who heard it were amazed by
what had been told them by the shepherds.
And Mary kept all these things, reflecting on them in her heart.
Then the shepherds returned, glorifying and praising God for all they had heard and seen, just as it had been told to them.
Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ ἀγραυλοῦντες καὶ φυλάσσοντες
φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. Καὶ ἄγγελος κυρίου ἐπέστη αὐτοῖς, καὶ
δόξα κυρίου περιέλαμψεν αὐτούς• καὶ ἐφοβήθησαν φόβον μέγαν. Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος,
Μὴ φοβεῖσθε• ἰδοὺ γάρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷὅτι
ἐτέχθη ὑμῖν σήμερον σωτήρ, ὅς ἐστιν χριστὸς κύριος, ἐν πόλει Δαυίδ. Καὶ τοῦτο ὑμῖν
τὸ σημεῖον• εὑρήσετε βρέφος ἐσπαργανωμένον, καὶ κείμενον ἐν φάτνῃ. Καὶ ἐξαίφνης
ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν θεόν, καὶ λεγόντων,
Δόξα ἐν ὑψίστοις θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη• ἐν ἀνθρώποις εὐδοκία. Καὶ ἐγένετο, ὡς
ἀπῆλθον ἀπ' αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους,
Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονός, ὃ ὁ κύριος ἐγνώρισεν
ἡμῖν. Καὶ ἦλθαν σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσήφ, καὶ τὸ βρέφος
κείμενον ἐν τῇ φάτνῃἸδόντες δὲ διεγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς
περὶ τοῦ παιδίου τούτου. Καὶ πάντες οἱ ἀκούσαντες ἐθαύμασαν περὶ τῶν λαληθέντων
ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. Ἡ δὲ Μαριὰμ πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα
ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν θεὸν
ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.
No comments:
Post a Comment